Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 5.10 Dem. 5.13 (English) >>Dem. 5.16

5.12ἕτερον δέ, προῖκα τὰ πράγματα κρίνω καὶ λογίζομαι, καὶ οὐδὲν λῆμμʼ ἂν οὐδεὶς ἔχοι πρὸς οἷς ἐγὼ πεπολίτευμαι καὶ λέγω δεῖξαι προσηρτημένον. ὀρθὸν οὖν, τι ἄν ποτʼ ἀπʼ αὐτῶν ὑπάρχῃ τῶν πραγμάτων, τὸ συμφέρον φαίνεταί μοι. ὅταν δʼ ἐπὶ θάτερʼ ὥσπερ εἰς τρυτάνην ἀργύριον προσενέγκῃς, οἴχεται φέρον καὶ καθείλκυκε τὸν λογισμὸν ἐφʼ αὑτό, καὶ οὐκ ἂν ἔτʼ ὀρθῶς οὐδʼ ὑγιῶς τοῦτο ποιήσας περὶ οὐδενὸς λογίσαιτο.

5.13ἓν μὲν οὖν ἔγωγε πρῶτον ὑπάρχειν φημὶ δεῖν, ὅπως, εἴτε συμμάχους εἴτε σύνταξιν εἴτʼ ἄλλο τι βούλεταί τις κατασκευάζειν τῇ πόλει, τὴν ὑπάρχουσαν εἰρήνην μὴ λύων τοῦτο ποιήσει, οὐχ ὡς θαυμαστὴν οὐδʼ ὡς ἀξίαν οὖσαν ὑμῶν· ἀλλʼ ὁποία τίς ποτʼ ἐστὶν αὕτη, μὴ γενέσθαι μᾶλλον εἶχε τοῖς πράγμασι καιρὸν γεγενημένη νῦν διʼ ἡμᾶς λυθῆναι· πολλὰ γὰρ προείμεθα, ὧν ὑπαρχόντων τότʼ ἂν νῦν ἀσφαλέστερος καὶ ῥᾴων ἦν ἡμῖν πόλεμος. 5.14δεύτερον δʼ, ὁρᾶν ὅπως μὴ προαξόμεθʼ, ἄνδρες Ἀθηναῖοι, τοὺς συνεληλυθότας τούτους καὶ φάσκοντας Ἀμφικτύονας νῦν εἶναι εἰς ἀνάγκην καὶ πρόφασιν κοινοῦ πολέμου πρὸς ἡμᾶς. ἐγὼ γάρ, εἰ γένοιθʼ ἡμῖν πρὸς Φίλιππον πάλιν πόλεμος διʼ Ἀμφίπολιν τι τοιοῦτον ἔγκλημʼ ἴδιον, οὗ μὴ μετέχουσι Θετταλοὶ μηδʼ Ἀργεῖοι μηδὲ Θηβαῖοι, οὐκ ἂν ἡμῖν οἴομαι τούτων οὐδένας πολεμῆσαι,



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 5.10 Dem. 5.13 (English) >>Dem. 5.16

Powered by PhiloLogic